Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.15 Joseph. AJ 8.20 (English) >>Joseph. AJ 8.23

8.18Σουμούισος δὲ χαίρειν οἷς προσέταξεν αὐτῷ Σολόμων φήσας καὶ ταῦτα ποιήσειν προσομόσας καταλιπὼν τὴν πατρίδα τὴν διατριβὴν ἐν τοῖς Ἱεροσολύμοις ἐποιεῖτο. διελθόντων δὲ τριῶν ἐτῶν ἀκούσας δύο δούλους ἀποδράντας αὐτὸν ἐν Γίττῃ τυγχάνοντας ὥρμησεν ἐπὶ τοὺς οἰκέτας. 8.19ἐπανελθόντος δὲ μετʼ αὐτῶν βασιλεὺς αἰσθόμενος, ὡς καὶ τῶν ἐντολῶν αὐτοῦ καταφρονήσαντος καὶ τὸ μεῖζον τῶν ὅρκων τοῦ θεοῦ μηδεμίαν ποιησαμένου φροντίδα, χαλεπῶς εἶχε καὶ καλέσας αὐτόνοὐ σύ, φησίν, ὤμοσας μὴ καταλείψειν ἐμὲ μηδʼ ἐξελεύσεσθαί ποτʼ ἐκ ταύτης τῆς πόλεως εἰς ἄλλην; 8.20οὔκουν ἀποδράσῃ τὴν τῆς ἐπιορκίας δίκην, ἀλλὰ καὶ ταύτης καὶ ὧν τὸν πατέρα μου παρὰ τὴν φυγὴν ὕβρισας τιμωρήσομαί σε πονηρὸν γενόμενον, ἵνα γνῷς ὅτι κερδαίνουσι μὲν οὐδὲν οἱ κακοὶ μὴ παρʼ αὐτὰ τἀδικήματα κολασθέντες, ἀλλὰ παντὶ τῷ χρόνῳ νομίζουσιν ἀδεεῖς εἶναι μηδὲν πεπονθότες αὔξεται καὶ γίνεται μείζων κόλασις αὐτοῖς ἧς ἂν παραυτίκα πλημμελήσαντες ἔδοσαν.” καὶ Σουμούισον μὲν κελευσθεὶς Βαναίας ἀπέκτεινεν. 8.21

Ἤδη δὲ τὴν βασιλείαν βεβαίως ἔχων Σολόμων καὶ τῶν ἐχθρῶν κεκολασμένων ἄγεται τὴν Φαραώθου τοῦ τῶν Αἰγυπτίων βασιλέως θυγατέρα· καὶ κατασκευάσας τὰ τείχη τῶν Ἱεροσολύμων πολλῷ μείζω καὶ ὀχυρώτερα τῶν πρόσθεν ὄντων διεῖπε τὰ πράγματα λοιπὸν ἐπὶ πολλῆς εἰρήνης μηδʼ ὑπὸ τῆς νεότητος πρός τε δικαιοσύνην καὶ φυλακὴν τῶν νόμων καὶ μνήμην ὧν πατὴρ τελευτῶν ἐπέστειλε βλαπτόμενος, ἀλλὰ πάνθʼ ὅσα οἱ τοῖς χρόνοις προβεβηκότες καὶ πρὸς τὸ φρονεῖν ἀκμάζοντες μετὰ πολλῆς ἀκριβείας ἐπιτελῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.15 Joseph. AJ 8.20 (English) >>Joseph. AJ 8.23

Powered by PhiloLogic